Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.212 Joseph. AJ 1.217 (English) >>Joseph. AJ 1.222

1.215

Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος. 1.216ἔπειθεν οὖν τὸν Ἅβραμον εἰς ἀποικίαν ἐκπέμπειν αὐτὸν μετὰ τῆς μητρός. δὲ κατὰ μὲν ἀρχὰς οὐ προσετίθετο τὴν αὑτοῦ γνώμην οἷς Σάρρα ἐσπουδάκει πάντων ὠμότατον ἡγούμενος εἶναι παῖδα νήπιον καὶ γυναῖκα ἄπορον τῶν ἀναγκαίων ἐκπέμπειν. 1.217ὕστερον δέ, καὶ γὰρ θεὸς ἠρέσκετο τοῖς ὑπὸ τῆς Σάρρας προσταττομένοις, πεισθεὶς παρεδίδου τὸν Ἰσμαῆλον τῇ μητρὶ μήπω διʼ αὐτοῦ χωρεῖν δυνάμενον, ὕδωρ τε ἐν ἀσκῷ καὶ ἄρτον φερομένην ἐκέλευεν ἀπιέναι ὁδηγῷ τῇ ἀνάγκῃ χρωμένην. 1.218ὡς δʼ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα, ἐν κακοῖς ἦν, ὕδατος δὲ σπανίζοντος ὑπʼ ἐλάτῃ τινὶ θεῖσα τὸ παιδίον ψυχορραγοῦν, ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ, προῄει πορρωτέρω. 1.219συντυχὼν δʼ αὐτῇ θεῖος ἄγγελος πηγήν τε φράζει παρακειμένην καὶ κελεύει προνοεῖν τῆς ἀνατροφῆς τοῦ παιδίου· μεγάλα γὰρ αὐτὴν ἀγαθὰ περιμένειν ἐκ τῆς Ἰσμαήλου σωτηρίας. δʼ ἐθάρσησε τοῖς προκατηγγελμένοις καὶ συμβαλοῦσα ποιμέσι διὰ τὴν ἐξ αὐτῶν ἐπιμέλειαν διαφεύγει τὰς ταλαιπωρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.212 Joseph. AJ 1.217 (English) >>Joseph. AJ 1.222

Powered by PhiloLogic